Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.72 Joseph. AJ 10.77 (English) >>Joseph. AJ 10.82

10.75γενομένου δʼ αὐτοῦ κατὰ Μένδην πόλιν, ἦν δʼ αὕτη τῆς Ἰωσίου βασιλείας, μετὰ δυνάμεως εἶργεν αὐτὸν διὰ τῆς ἰδίας ποιεῖσθαι χώρας τὴν ἐπὶ τοὺς Μήδους ἔλασιν. πέμψας δὲ κήρυκα πρὸς αὐτὸν Νεχαῦς οὐκ ἐπʼ αὐτὸν στρατεύειν ἔλεγεν, ἀλλʼ ἐπὶ τὸν Εὐφράτην ὡρμηκέναι· μὴ παροξύνειν δʼ αὐτὸν ἐκέλευεν, ὥστε πολεμεῖν αὐτῷ κωλύοντι βαδίζειν ἐφʼ οὗ διέγνωκεν. 10.76Ἰωσίας δὲ οὐ προσίετο τὰ παρὰ τοῦ Νεχαῦ, ἀλλʼ οὕτως εἶχεν ὡς μὴ συγχωρεῖν αὐτῷ τὴν οἰκείαν διέρχεσθαι, τῆς πεπρωμένης οἶμαι εἰς τοῦτʼ αὐτὸν παρορμησάσης, ἵνα λάβῃ πρόφασιν κατʼ αὐτοῦ. 10.77διατάσσοντος γὰρ αὐτοῦ τὴν δύναμιν καὶ ἐφʼ ἅρματος ἀπὸ κέρως ἐπὶ κέρας ὀχουμένου τοξεύσας τις αὐτὸν τῶν Αἰγυπτίων ἔπαυσε τῆς πρὸς τὴν μάχην σπουδῆς· τῷ τραύματι γὰρ περιαλγὴς ὢν ἐκέλευσεν ἀνακληθῆναι τὸ στράτευμα καὶ ὑπέστρεψεν εἰς τὰ Ἱεροσόλυμα. τελευτᾷ δʼ ἐκ τῆς πληγῆς ἐκεῖ τὸν βίον καὶ κηδεύεται ἐν ταῖς πατρῴαις θήκαις μεγαλοπρεπῶς βιώσας μὲν ἔτη τριακονταεννέα, βασιλεύσας δὲ τούτων ἓν καὶ τριάκοντα. 10.78πένθος δʼ ἐπʼ αὐτῷ μέγα τοῦ λαοῦ παντὸς ἤχθη πολλαῖς ἡμέραις ὀδυρομένου καὶ κατηφοῦντος· Ἱερεμίας δὲ προφήτης ἐπικήδειον αὐτοῦ συνέταξε μέλος θρηνητικόν, καὶ μέχρι νῦν διαμένει. 10.79οὗτος προφήτης καὶ τὰ μέλλοντα τῇ πόλει δεινὰ προεκήρυξεν ἐν γράμμασι καταλιπὼν καὶ τὴν νῦν ἐφʼ ἡμῶν γενομένην ἅλωσιν τήν τε Βαβυλῶνος αἵρεσιν. οὐ μόνον δὲ οὗτος προεθέσπισε ταῦτα τοῖς ὄχλοις, ἀλλὰ καὶ προφήτης Ἰεζεκίηλος, ὃς πρῶτος περὶ τούτων δύο βίβλους γράψας κατέλιπεν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.72 Joseph. AJ 10.77 (English) >>Joseph. AJ 10.82

Powered by PhiloLogic